Ancient Greek
170.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 170.9
Unproofread scanNot analysed yet
Τὸ θηρίον τοῦτο οἱ μὲν τὸν Ἀντίχριστον φασι· ἕτεροι δὲ ἔδοξε τὸν Σατανᾶν εἶναι· καὶ τὰ δύο αὐτοῦ κέρατα τὸν Ἀντίχριστον καὶ τὸν ψευδοπροφήτην· αἰνίττεσθαι. Ὁμολογουμένως δὲ καὶ τοῦ ψευδοπροφήτου ἐν ἱδίῳ προσώπῳ ἐργεῖσθαι, οὐκ ἄτοπον ἡγοῦμεθα, τὸν μὲν δράκοντα, εἰς τὸν Σατανᾶν· τὸ δὲ θηρίον τὸ ἐκ τῆς θαλάσσης ἀναβαῖνον, εἰς τὸν Ἀντίχριστον· τὸ δὲ παρὸν, κατὰ τὸ δοκοῦν τῷ μακαρίῳ Εἰρηναίῳ, εἰς τὸν ψευδοπροφήτην ἀμειβάνεσθαι, ἐκ τῆς γῆς μὲν ἀνερχομένον, δηλαδὴ τῆς γῆνῆς καὶ χαμερποῦς πολιτείας· ἔχον δὲ κέρατα ὅμοια Ἀρνίῳ, διὰ τὸ ἐν ὀρθῇ προβάτου τοῦ κεκραμένου λύκου τὸ φονικὴν περικαλύπτειν· καὶ διὰ τὴν