Ancient Greek
172.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 172.2
Unproofread scanNot analysed yet
Ἴνα λαλῆσῃ ἡ εἰκὼν τοῦ θηρίου. —Ἱστορῆται πολλάκις γοητείαις λαλῆσαι δι’ εἰκόνων καὶ ξοάνων, καὶ δένδρων καὶ ὑδάτων, διὰ τε Ἀπολλωνίου διὰ τε ἑτέρων, δαιμόνας, οἶμαι δὲ καὶ διὰ νεκρῶν σωμάτων, ὥσπερ [καὶ] Σίμων ὁ μάγος ἐποίησε. Ῥωμαίοις νεκρὸν κινούμενον κατὰ παρουσίαν τοῦ μεγάλου Πέτρου · εἰ καὶ τὴν πλάνην ὁ Ἀπόστολος ἐξηλέγχε, δείξας, δι’ ὧν ἀνέστησεν αὐτὸς, πῶς νεκροὶ ἐγεγόνται. Οὕτω τοίνυν καὶ τὸν ὑπασπιστὴν τοῦ Ἀντιχρίστου οὐδὲν ἀπαύκως διὰ δαιμόνων ἐνεργοῦντα, ποιήσει εἰκόνα τῷ θηρίῳ, καὶ δείξει ταύτην λαλοῦσαν [ἐν πλάνῃ], παρασκευάσει τε ἀνααιρεῖσθαι τοὺς ταύτῃ μὴ προσκυνοῦντας. Καὶ τὸ χάραγμα δὲ τοῦ ἐλεήρου ὀνόματος τοῦ ἀποστόλου [καὶ πλάνου] πᾶσιν ἐπιθεῖναι σπουδάσει · ἐν μὲν ταῖς δεξιάς [χερσίν], ἵνα τῶν [δεξιῶν καὶ] ἀγαθῶν ἔργων ἐκκλῇ τὴν ἐνέργειαν · ἐν δὲ τοῖς μετώποις, ἵνα ἐν τῇ πλάνῃ καὶ τῇ ἀσέτει διδάξῃ τοὺς ἀπομυηθέντας παρήσσιαζεσθαι. Ἄλλ’ οὐ δέξονται [αὐτὸν] οἱ σεμνιωθέντες τῷ θεῷ φωτὶ τὰ πρόσωπα. Καὶ τὴν ψῆφον δὲ τοῦ θηρίου πλατύναι πᾶνταχοῦ ἐπιτηδεύσει, ἐν τε ὀναίσι καὶ πρᾶσιν · ἵνα τοῖς τοῦτο μὴ λαμβάνουσιν ἐκ τῆς τῶν ἀναγκαίων ἐνδείας βίαιος ἐπαχθῇ θάνατος.