Ancient Greek
172.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 172.6
Unproofread scanNot analysed yet
Καὶ τὴν μὲν ἀκριβείαν τῆς ψήφου, ὡς καὶ τὰ λοιπὰ τὰ περὶ αὐτοῦ γεγραμμένα, ὁ χρόνος ἀποκαλύψει καὶ ἡ πείρα τοῖς νήφουσιν. Εἰ γὰρ ἔδει, καθὼς φασὶ τινες τῶν διδασκάλων, σαφῶς γνωσθῆναι τὸ τοιούτου ὄνομα, ὁ τεθεαμένος ἂν αὐτὰ ἀπεκάλυψεν. Ἄλλ’ οὐκ εὐδόκησεν ἡ θεία χάρις ἐν θείᾳ βίβλῳ τὸ τοῦ λυμεῶνος ὄνομα γραφῆναι. Ὡς ἐν γυμνασίας τε λόγῳ, πολλὰ ἐστιν εὑρεῖν, κατὰ τὸν μακάριον Ἱππόλυτον καὶ ἑτέρους, ὀνόματα τὸν ἀριθμὸν τοῦτον περιέχοντα, προσηγορικὰ τε καὶ κύρια· κύρια μὲν, οἷον, Λαμπότης, Τετίν, ἐκ τοῦ τείνω, καὶ Ἱππόλυτον · Λατεῖνος, ὁμοίως [διὰ διπλόγου] · Βενέδικτος · διπε ἐρμηνεύεται εὐλογημένος ἢ εὐλογητὸς · κατὰ μίμησιν τυχὸν τοῦ ἀληθὴς εὐλογημένου· Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Προσηγορικὰ δὲ, κακὸς ὀδηγός, παλαιδάσκαλος, ἀληθὴς βλαβερός, ἀμὼς δίκος. Οἷς ἐκ τῶν ἐναντιουμένων τῇ πλάνῃ ἐπικληθήσεται, τὴν οἰκείαν δόξαν ἐν τῇ αἰχμῇ τιθέμενος, quibus ab illis præcipue appellabitur Antichristus, suam in flagitiis probro dignis constituet vel