Ancient Greek
174.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 174.5
Unproofread scanNot analysed yet
Τὸ μεσονύριον [θεωρητικῶς] τὸ ὑψηλὸν δηλοῖ, καὶ τὸ οὐράνιον εἶναι τὸ φανέντα ἄγγελον, ἀνωθεν περιφέρεσθαι πρὸς τὸ χαμαὶ εἶναι τοὺς ἀνθρώπους διὰ τῆς [ἑαυτοῦ] μεσότητος ἀναγαγεῖν εἰς οὐρανοὺς τῇ οἰκείᾳ μεσιτείᾳ θεομηχάνως· ὥστε ἀνωθῆναι τὸ τῆς Ἐκκλησίας σῶμα Χριστῷ τῇ κεφαλῇ ἡμῶν. Τὸ δὲ αἰώνιον Εὐαγγέλιον, τὸ ἐξ αἰῶνος τοῦτο παρὰ [τῷ] Θεῷ προωρισμένον. Φησὶ δὲ ταῦτο, τὸν μὲν Θεὸν φοβεῖσθαι, μὴ δειλιᾶν δὲ τὸν Ἀντίχριστον, μὴ δυναμένου ἀποκτεῖναι τὴν ψυχὴν σὺν τῷ σώματι· ἀλλ’ αὐθῆμως αὐτῷ ἀντιτάξεσθαι πρὸς ὀλίγον χρόνον, διὰ τὴν ἐγγύτητα τῆς κρίσεως καὶ τῆς τῶν βεβιωμένων ἀνταποδόσεως.