Ancient Greek
176.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 176.6
Unproofread scanNot analysed yet
Ἡ δὲ ἐκ τοῦ οὐρανοῦ φωνὴ οὐ πάντας· μακαρίζει τοὺς νεκροὺς, ἀλλὰ τοὺς ἐν Κυρίῳ ἀποθνήσκοντας, τοὺς νεκρωθέντας τῷ κόσμῳ, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας, καὶ [τῷ] Χριστῷ συμπάσχοντας. Ἐκ τούτων γὰρ ἔντεως ἡ τοῦ σώματος ἔξοδος, κόπων ἀνάπαυσιν· ἡ δὲ τῶν ἔργων ἀκολουθία, στεφάνων ἀμαράντων καὶ βραβείων δόξης· ὑπερῆσιν· πολλῷ τῷ μέτρῳ ὑπερνικῶν τῶν ἐπάθλων τοὺς ἀθλοὺς, οὓς πρὸς τὰς ἀοράτους δυνάμεις οἱ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀγωνισταὶ διήθλησαν. Οὐ γὰρ ἀξία τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθήσεσθαι τοῖς τῷ Θεῷ εὐαρεστοῦσι, καθὼς φησιν ὁ Ἀπόστολος· ἥς καὶ ἡμεῖς ὀρεγομένους, ἀπαύστως δεῖ τῷ Θεῷ προσευχέσθαι, λέγοντας· Κλῖνον τὰς καρδίας ἡμῶν, Κύριε, εἰς τὰ μαρτύριά σου· καὶ ἀπόστρεψον τοὺς ὀφθαλμοὺς ἡμῶν ἐκ πάσης ματαιότητος· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τῶν δούλων σου· ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· ἀλλὰ τοῖς πλουσίοις σου οἰκτιρμοῖς ἐπίσκεψαι ἡμᾶς· δεῖ σὸν [τὸ Ἄγιον καὶ] τὸ κράτος καὶ ἡ βασιλεία, καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.