Ancient Greek
180.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 180.5
Unproofread scanNot analysed yet
Σκηνὴν δὲ φησιν ἐνταῦθα τὴν ἐν οὐρανοῖς· ἥς καθ’ ὁμοίωσιν τῷ Μωϋσῇ πῆσαι τὴν κάτω σκηνὴν ὁ Θεὸς ἐχρημάτισεν. Ἐκ τούτου τοῦ ναοῦ ἐξελθεῖν σθαι φησι τοὺς ἁγγέλους ἐνδεδυμένους λίνον ἢ λίνον καθαρόν, καθά τινα τῶν ἀντιγράφων ἔχουσι· διὰ [τε] τὴν τῆς φύσεως αὐτῶν καθαρότητα, καὶ τὴν πρὸς τὸν ἀχρωνιαστον λίθον Χριστὸν ἐγγύτητα, καὶ τῶν ἀρετῶν τὴν λαμπρότητα. Ἐξωσμένους δὲ τὰ στήθη χρυσόν, διὰ τὸ τῆς φύσεως δυνατόν τε καὶ καθαρόν καὶ τίμιον, καὶ τὸ ἐν ταῖς διακονίαις ἀνεμπόδιστον.