Ancient Greek
180.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 180.8
Unproofread scanNot analysed yet
Καὶ ἐγεμίσθη ὁ ναὸς καπνῷ ἐκ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ. Διὰ δὲ τοῦ καπνοῦ τὸ φοβερὸν καὶ καταπληκτικὸν [καὶ κολαστικὸν] τῆς θείας ὀργῆς μανθάνομεν· ἥς πληρούσθαι τὸν ναὸν διδασκόμεθα, καὶ κατὰ τῶν ἀξίων αὐτῆς χωρεῖν ἐν τῷ καιρῷ τῆς κρίσεως· καὶ πρὸ ταύτης δὲ κατὰ τῶν τῷ Ἀντιχριστῷ παιδομένων, καὶ τὰ τῆς ἀποστασίας ἔργα πραττόντων. Καὶ τοῦτο τοῖς ἑξῆς δείκνυται. Φησὶ γάρ·