Ancient Greek
182.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 182.5
Unproofread scanNot analysed yet
Οὐ μέγα ἐν τῇ θείᾳ δυνάμει [καὶ] πρὸς ἔλεγχον τῆς τοῦ ψευδοχρίστου ἀσθενείας, καὶ [τῆς] τῶν ἀπατωμένων εὐκολίας, διὰ τῶν ἁγίων προφητῶν Ἐνὼχ καὶ Ἠλιοῦ μεταβαλεῖν εἰς αἷμα ὡς νεκροῦ, τοὺτἐστὶν [ὡς] ἐσφαγμένου, τὴν θάλασσαν, καὶ φθορὴν τῶν ἐν αὐτῇ ἀπεργάσασθαι, καθάπερ πάλαι ἐν Αἰγύπτῳ διὰ Μωϋσέως πεποίηκε, πρὸς ἔλεγχον τῆς τοῦ Φαραὼ σκληρότητος, καὶ τῆς οἰκείας δυνάμεως ἐνδείξειν· ὅπως καὶ οἱ βεβαιοτάτοι νευρωθῶσι, καὶ οἱ ἀσταθμοὶ φοβηθῶσι, τὴν κτίσιν ἀντασσομενην αὐτοῖς ἐπὶ τῇ τοῦ λυμεῶνος τιμῇ θεωμένοι. Εἰκὼς δὲ καὶ τὰς ἐν τῇ αὐτῷ παρουσίᾳ ἐν πολέμοις σφαγὰς· διὰ τούτων σημαίνεσθαι· ὅτι τοῦ Γὼγ καὶ Μαγὼγ κατ’ ἀλλήλων κινουμένων ἐν τοῖς τέτταρα τῆς οἰκουμένης μέρει, προσέτι δὲ καὶ τῶν ἀπειθοῦντων αὐτῷ βασιλέων παντραπῆ κατασκοπωμένων, καὶ σφαγῶν κατὰ τόπους γινομένων, ἡ μὲν θάλασσα ταῖς ναυμαχίας [αἵματι] μολυνθήσεται· οἱ δὲ ποταμοὶ τοῖς τῶν ἐκεῖ θνησκότων αἵμασι κερασθήσονται.