Ancient Greek
192.3 to 192.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 192.3-5
Unproofread scanNot analysed yet
Καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τῷ βιβλίῳ τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες τὸ θηριον ὅτι ἦν, καὶ οὐκ ἔστι, καὶ παρέσται. Θαυμάσονται δέ, φησί, τὴν τοῦ θηρίου παρουσίαν, διὰ τὰ τῆς ἀπάτης τέρατα, οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῶν αἰωνίως ζώντων, καὶ οἱ μὴ προστοιχειωθέντες ἀφαλῶς ταῖς τοῦ Χριστοῦ περὶ αὐτοῦ προρρήσεσι, λογιζόμενοι πῶς τὴν ἀρχαίαν δυναστείαν ἀπέλαβεν. “Ὅδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Πνευματικῶν ὄντων τῶν ἐρμηνευομένων, πνευματικῆς σοφίας, καὶ οὐ κοσμικῆς, χρεία, φησί, πρὸς τὸ νοῆσαι τὰ λεγόμενα.