Ancient Greek
193.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 193.1
Unproofread scanNot analysed yet
κατάλυσιν, εἰς τὴν νέαν Ῥώμην, τὰ τῶν φιλοχρίστων βασιλέων μετηνέχθη βασιλεία. Τὴν δὲ αὐτὴν ἔνοιαν καὶ τοὺς [ἐπτά] βασιλεῖς ἐμφαίνειν οἴομεθα, τῇ ἐναλλαγῇ τῶν γενῶν ῥηθῆναι παρεμποιούσης τῇ τῆς διανοίας ταυτότητι · εἰ καὶ ἔχει μὲν ἐπτά κεφαλάς θηλυκῶς καὶ ἑπτά δρη οὐδετέρως, ἐνεῖνθα δὲ ἐπτά βασιλεῖς ἐσήμανε · πολλάκις γὰρ ἀδιαφόρως ἄντι θηλυκῶν ἀρσενικὰ ἐν τῇ Γραφῇ κείνται ὀνόματα, καὶ τὸ ἐμπαλιν · οἷον, Ἐφραὶμ δάμαλις παροιστερῶσα· καὶ πάλιν, Ἐφραὶμ περιστερὰ ὀρθὴχουσα καρδίαν· καὶ κατὰ τὸν Θεολόγον, Τρεῖς μαρτυροῦσι τῷ Χριστῷ · τὸ αἷμα, καὶ τὸ ὕδωρ, καὶ τὸ πνεῦμα · καὶ τὰ τρία ἐν εἰσί, κατὰ τὸν Σολομῶντα, τράγος, καὶ ἀλάκτωρ, καὶ βασιλεὺς [δηρηγορῶν.] Διὰ τοίνυν τῶν ἐπτά κεφαλῶν, πόλεις θηλυκῶς δηλοῦσας · καὶ διὰ τῶν ἐπτά ὄρων, ἐπτά ἀναστήματα οὐδετέρως, τοῦ λοιποῦ τῆς γῆς σώματος κατὰ καιρὸν ὑπερανἔχοντα, οὐ τοπικῇ θέσει [καὶ θέσεσιν,] ἀλλὰ δόξης δεξιόμνται. Καὶ βασιλεῖς ὁμοίως εἶπεν, ὡς νενοήκαμαν, ἢ τοὺς δεξασθέντας τόπους τῇ βασιλικῇ προἀδρίᾳ, ἢ τοὺς πρώτως ἐν ἑκάστῳ τῶν προλεχθεισῶν βασιλειῶν ἄντας · ἐκάστου [κατὰ] περιόρρασιν πεᾶσαν τὴν βασιλείαν περιορίζοντος · οἷον, Νίνου, τῆς Ἀσσυρίων · Ἀρδάκου, τῆς Μήδων · Ναβουχοδονόσορ, τῆς Βαβυλῶνος · Κύρου, τῆς Περσῶν · Ἀλεξάνδρου, τῆς Μακεδόνων · Ῥωμύλου, τῆς παλαιᾶς· Ῥώμης · Κωνσταντίνου, τῆς νέας.