Ancient Greek
196.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 196.7
Unproofread scanNot analysed yet
Ἀπόδοτε αὐτῇ διπλὰ, κατὰ τὰ ἔργα αὐτῆς. —Ταῦτα ἢ [ἡς] πρὸς τοὺς ἐν αὐτῇ ἀθώους καὶ παπονθέντας ὑπὸ τῶν ἐν αὐτῇ κρατούντων, κάμιστό φησιν, ὡς αἰτίους διὰ τῆς τῶν ἀλγεινῶν ὑπομονῆς τῆς τῶν ἐπαγαγόντων ταῦτα κολάσεως· ἢ μετάστασιν δηλοῖ ἐκ προσώπων εἰς πρόσωπα, ἐκ τῶν ἠδικημένων πρὸς δυνάμεις [τινὰς] ἁγίας τιμωρητικὰς, οἰκειουμένας διὰ φιλοθελίας τὰς εἰς τοὺς συνβούλους γενομένας παρ’ αὐτῆς κακώσεις. Διπλοῦν δὲ τὸ ποτήριον φησιν, ἢ διὰ τὸ πάνταῦθα καὶ ἐν τῷ μέλλοντι [αἰῶνι] τοὺς λίαν ἁμαρτωλοὺς καὶ παρανόμους κολάσεσθαι· ἢ διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐξ ὧν ἡ πράξις κοινή, καὶ καθ’ ὧν ἡ κολάσις· [ἢ] διὰ τὸ τῆς θείας φιλανθρωπίας πέλαγος, διπλὰ ὀργιζομένη, τὰ καὶ αὐτῆς τῆς ἀκροτέρας δικαιοσύνης ἀποδίδοντα, διὰ τὴν ἁμαρτίαν ἔχειν [καὶ] ἐν τῷ τολμᾶσθαι πολλάκις τὴν ἐκ τοῦ συνειδότος κλάσιν.