Ancient Greek
198.2 to 198.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 198.2-7
Unproofread scanNot analysed yet
Kal ἱππῶν καὶ ρεδῶν καὶ σωμάτων. Kal ἱππῶν καὶ ρεδῶν καὶ σωμάτων, φησίν, ἡ χρήσις περισσὴ διὰ δὲ τοῦ ρεδῶν τὰ ὀχήματα εἰκὼς σημαίνεσθαι ρεδιοῦν γὰρ Ῥωμαίοις τὸ ὄχημα [λέγεται] ἡ δὲ τοῦτον γενικὴ τῶν πληθυντικῶν, ρεδιῶνον ἡτις κατὰ συγχοπὴν ρεδῶν γέγονε. B Καὶ ψυχὰς ἀνθρώπων καὶ ἡ ὁπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σου ἀπῆλθεν ἀπὸ σοῦ καὶ πάντα τὰ λιπαρὰ καὶ [τὰ] λαμπρὰ ἀπώγετο ἀπὸ σοῦ καὶ οὐκ ἔτι οὐ μὴ εὕρῃς αὐτά. Καὶ ψυχὰς ἀνθρώπων. —Οὐτε ψυχὰς ἀνθρώπων ἐμπορεύση, φησὶ τοῦ λοιποῦ καταδουλοῦσα τοὺς ἐλευθέρους οὔτε τῶν πάλαι λιπαρῶν καὶ λαμπρῶν ἔξεις τὴν ἀπολαυσιν. Οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ' αὐτῆς, ἀπὸ μακρόθεν στήσονται, διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες, καὶ λέγοντες· Οὐαὶ, οὐαὶ, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσον καὶ πορφύραν καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσῷ καὶ λίθω τι C μῷ καὶ μαργαρίταις ὅτι μιᾷ ὥρᾳ ἠρημώθη δ τοσούτος πλοῦτος. Οὐαὶ, οὐαὶ, ἡ πόλις ἡ μεγάλη. —Ὑπ' ὀφὺν ἄγει τὰ τῆς Βαβυλῶνος ταύτης πᾶθη, διὰ τῶν ἐπ' αὐτῇ ὀρῶντων τὸ τῆς συμφορᾶς διαγράφων μέγεθος ὅπερ παίσεται ἡ τὸ πρὶν ἀχθοῦσα ἐπὶ βασιλικῷ ἀξιώματι.