Ancient Greek
20.2 to 21.15
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 20.2-21.15
Unproofread scanNot analysed yet
Μετὰ ταῦτα ἐν τῇ Χεβρῶνι τρεῖς οἱ τοῦ Σενναδ (43) υἱοί :οὕστινας Χάλεβ ὁ τοῦ Ἰεφουνὴ, λαβὼν ἐν κληρώ τῃ πόλιν, ἐξωλόθρευσεν. Καὶ ἐπὶ τοῦ βασιλέως Δαβὶδ γεγονάσι γίγαντες δ', οὓς καὶ ἀναιροῦσιν οἱ τοῦ Δαβὶδ στρατηγοί. Ἰεσβὴ, ὃν ἀνείλεν Ἀβισά· Σέθ, ὃν ἀνείλε Σοβοχὴς ὁ Ἀστοθοῦ· Ἑλαΐχν, ὃν ἀνείλεν Ἀριώγ ὁ Βηθλεεμίτης· Τέταρτος δὲ μᾶλλον ὁ ἐξαδάκτυλος, ὃν ἐπάταξεν Ἰωνάθαν υἱὸς Σαμαίου, ἀδελφοῦ Δαβὶδ. Καὶ Γολιάθ ὁ ὁ Χετταῖος ἐν τοῖς γίγασιν ἀριθμεῖται, ὃν νέος ὢν Δαβὶδ σφενδονίσας ἀνείλεν· οὗ καὶ τὸ δόρυ ἀνελόμενος, ἀνέθηκεν εἰς τὸ ἱερόν. ΚΕΦΑΛ. Α'. —Τίνες πολυπαῖδες γεγόνασιν. Ἰακὼβ τρεῖς καὶ δέκα παῖδας ἐσχήκει. Γεδεὼν ὁ κριτὴς ο', οὓς καὶ ἀνείλεν ὁ νόθος αὐτοῦ παὶς Ἀβιμέλεχ, τὴν ἀρχὴν ἑαυτῷ τοῦ λαοῦ περιποιούμενος. Ἰαὶρ ὁ κριτὴς ὁ Γαλααδὴτης ἰβ' παῖδας καὶ αὐτὸς ἐνυστήσατο. Λαβδὼν καὶ αὐτὸς ἐν τοῖς κριταῖς γεγονὼς, λ' πατέρ παίδων γέγονεν. ποταμοῦ μέχρι Γαβαὼν, Εὐαλὼν, Ἀμορραίων περὶ Βεθὴλ, Ἰεβουσαίων περὶ Ἱερουσαλὴμ. Ἐν δὲ τῇ φυλῇ Γάδ · τὴν Ῥαμώθ, πρὸς τῇ Γαλαὰδ χώρᾳ. Ἐν τῇ φυλῇ Μανασσὴ · τὴν Γαῦλον, πρὸς τὴν Βασὰν χώραν. Ἐν δὲ ταῖς ἐννέα φυλαῖς καὶ ἡμισείᾳ · Κεδὲς ἐν τῇ Γαλιλαΐᾳ, ἐν ὄρει Νεφθαλὶμ · καὶ τὴν Συχεὶμ, ἐν ὄρει Ἑφραὶμ · καὶ τὴν Χεβρῶν, ἐν ὄρει Ἰοῦδα. Αὗται πόλεις ἐξ, ἀφ' οὗ τὸν Ἰορδάνην καὶμεναι. ΚΕΦΑΛ. ΑΓ᾽. —Τίνες αἱ μητροπόλεις, αἱ τοῖς Λευίταις ἀφορισθεῖσαι. Ἀπὸ φυλῆς Ἰοῦδα, καὶ φυλῆς Συμεὼν · πόλις Καριαθαρβὼχ, ἥ ἐστι Χεβρῶν · πόλις Ἐλὼμ. Καὶ τὴν Τεῦλλαν, καὶ τὴν Δαθὴρ, καὶ τὴν Ἄσαν, καὶ τὴν Ἄχὰν, καὶ τὴν Βεθσαμὶς, καὶ τὴν Ἐλβὰ, καὶ τὴν Βεθoὺρ. Ἀπὸ φυλῆς Βενιαμὶν · τὴν Γαβαὼν, καὶ τὴν Γαβὲς (50), καὶ τὴν Ἄνὰχ, καὶ τὴν Γαλαμάθ. Αὗται πόλεις ιγ'. Ἀπὸ φυλῆς Ἑφραὶμ · τὴν Συχὴμ, καὶ τὴν Γαζέρ, καὶ τὴν Γαβαὶν, καὶ τὴν Βεθορὼν. Αὗται πόλεις δ'.