Ancient Greek
203.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 203.4
Unproofread scanNot analysed yet
Καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. [Ἱμάτιον ἐνταῦθα τοῦ Θεοῦ Λόγου, ἡ παναγία σάρξ αὐτοῦ καὶ ἀφθαρτος, ἡ βαφεῖσα ἐν τῷ ἑκουσίῳ πάθει, τῷ ἰδίῳ αὐτοῦ αἵματι.] Διὰ τοῦτο τὰ προσκτεθέντα πιστεύεται. Πῶς ὁ ἀνώνυμος καὶ πᾶσιν ἄγνωστος ἐνταῦθα Λόγος ὀνομάζεται; "Ἡ πρὸς ἑνδείξιν τῆς νικῆς ὑποστάσεως καὶ τῆς ἀπαθούς ἐκ Πατρὸς γεννήσεως, καθάπερ καὶ ὁ ἡμέτερος λόγος ἐκ τοῦ [ἡμετέρου] νοῦ προτεῖναι· τὸ πάντων τῶν ὄντων τοὺς λόγους ἐν ἑαυτῷ φέρειν ἢ τὸ ἐξαγγελεῖν εἶναι τῆς πατρικῆς σοφίας τε καὶ δυνάμεως.