Ancient Greek
208.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 208.4
Unproofread scanNot analysed yet
Δυὸ ζωὰς καὶ δύο νεκρώσεις, ἤγοῦν θανάτους, ἐκ τῆς θείας Γραφῆς διδασχόμεθα. Ἔστι τοίνυν ἡ πρώτη ζωή, ἡ μετὰ τὴν τῆς ἐντολῆς παράβασιν, πρόσκαιρος καὶ σαρκική· ἡ δὲ μετὰ τὴν τῶν θείων τοῦ Χριστοῦ ἐντολῶν τήρησιν ἐπηγγελημένη τοῖς ἁγίοις ζωὴ αἰώνιος. Καὶ θάνατοι δὲ ὁσαύτως δύο· ὁ μὲν τῆς σαρκός, πρόσκαιρος· ὁ δὲ δι’ ἁμαρτημάτων ἐκτισιν ἐπαγόμενος ἐν τῷ μέλλοντι, ὁσπερ ἐστιν ἡ τοῦ πυρός γέεννα. Καὶ νεκρῶν δὲ διαφορὰν γινώσκομεν. Οἱ μὲν γὰρ φευκτοὶ (περὶ ὧν φησιν Ἠσαΐας· Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσι· δηλαδὴ οἱ ταῖς πράξεσι τὴν δυσωδίαν καὶ τὴν νέκρωσιν ἐπιφερόμενοι)· οἱ δὲ ἐπανειτοῦ, οἱ ἐν Χριστῷ τὰς πράξεις τοῦ σώματος θανατοῦντες, καὶ οἱ Χριστῷ συν-