Ancient Greek
216.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 216.1
Unproofread scanNot analysed yet
Α Ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. Τῷ δὲ διψῶντι τὴν δικαιοσύνην, παρέξειν ἐπαγγέλλεται τὴν χάριν τοῦ ζωοποιοῦ Πνεύματος, ἣν ἐν τοῖς Εὐαγγελίοις ὑπέσχετο τοῖς εἰς αὐτὸν πιστεῦσιν. Δωρεὰν δὲ, ὅτι οὐκ ἀξία τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν τοῖς ἁγίοις ἀποκαλύπτεσθαι. Ἡ δωρεὰν, ὅτι οὐκ ἔστι ταύτην χρημασιν, ἀλλ᾽ ἔργοις ἀγαθοῖς κτήσασθαι, καὶ φιλανθρωπίας τοῦ παρέξαντος.