Ancient Greek
222.4 to 222.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 222.4-6
Unproofread scanNot analysed yet
Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ · ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν · καὶ ὁ λύχνος αὐτῆς, τὸ Ἀρνίον. Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου. —Ἐνθα γὰρ ὁ τῆς δικαιοσύνης νοητὸς ἥλιος, αἰσθητῶν φωστήρων οὐ χρεία· αὐτὸς γὰρ αὐτῆς καὶ δόξα καὶ λύχνος · καὶ τὰ ἔθνη τῶν σωζομένων τῷ φωτὶ αὐτῆς περιπατήσουσιν · [περὶ ὧν φησι ·] Καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν αὐτῶν εἰς αὐτήν· καὶ οἱ πύλαι αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας · νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ.