Ancient Greek
224.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 224.5
Unproofread scanNot analysed yet
Οἱ δὲ γινόμενοι, φησὶ, θρόνος Θεοῦ διὰ τῆς ἐν αὐτοὺς τοῦ Δεσπότου ἀναπαύσεως, αὐτοὶ τῆς πόλεως [ἑκείνης] οἰκήτορες ἔσονται, καὶ ὄψονται αὐτὸν πρὸς ὄψων πρὸς πρόσωπον· οὐ δι' αἰνιγμάτων, ἀλλ' ὡς περ τοὺς ἁγίους ἀποστόλους ἐν τῷ [ὄρει] ὁρᾶν τεὀέσθαι, ὡς φησιν ὁ μέγας Διονύσιος. Ἔξουσιν δὲ ἀντὶ τοῦ χρυσοῦ πετάλου, ὃ πάλαι οἱ ἀρχιερεῖς ἐφόρρει, οὐκ ἐπὶ τῶν μετώπων μόνων τὸ θεῖον ὄνομα, ἀλλὰ καὶ ἐν ταῖς καρδίαις ἐγχαραγμένον, δηλοῦν τὴν εἰς αὐτὸν παγίαν καὶ πεπαληπτασμένην ἀγάπην καὶ ἀμετάθετον. Ἡ γὰρ ἐπὶ τοῦ μετώπου γραφὴ τὸν ἐν παρρησίᾳ κλλησιμαρῖν αἰνίττεται.