Ancient Greek
228.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 228.7
Unproofread scanNot analysed yet
C Φοβερὰ δὲ ἡ κατὰ τῶν παραχαρακτῶν τῶν θείων Γραφῶν κατάρα· ἐπεὶδὲ καὶ τολμηρὰ ἡ τούτων προπέτεια, ἀδιατρωσία δυναμένη τοὺς αὐθάρεις τῶν ἀγαθῶν τοῦ αἰῶνος τοῦ μέλλοντος· ὅπερ ἵνα μὴ πάθωμεν, διαμαρτύρεται ἡμῖν τοὺς ἀκούουσι, μήτε προσθεῖναι τι, μήτ’ ἀφελεῖν, ἀλλὰ τὰ Γραφικὰ ἰδιώματα, τῶν Ἀττικῶν συντάξεων, καὶ τῶν διαλεκτικῶν συλλογισμῶν [ἡγεῖσθαι] ἀξιοπιστότερα καὶ σεμνότερα· ἐπεὶ καὶ ἐν ἐκείνοις πολλὰ τις εὑρίσκων μὴ κανονιζόμενα, ἐπὶ τὸ ἀξιόπιστον τῶν ἐν αὐτοῖς ποιητῶν καὶ συγγραφέων παραπέμπεται. Ὅσον δὲ τὸ μέσον τῶν παρ’ ἡμῖν καὶ ἐκείνοις ἐνδόξων, καὶ τὸ ἐν νῷ λαβεῖν, ἀμήχανον. Οἶμαι γὰρ εἶναι πλέον, ἢ ὅσον φῶς σκότους διέστηκε.