Ancient Greek
252.11
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 252.11
Unproofread scanNot analysed yet
Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἣν ἔδωκεν αὐτῷ ὁ Θεός. Ὡσεί λέγειν· Ἡ παρούσα μου Ἀποκάλυψις δέδοται μὲν παρὰ τοῦ Πατρὸς τῷ Υἱῷ, δέδοται δὲ παρὰ τοῦ Υἱοῦ ἡμῖν τοῖς δούλοις αὐτοῦ. Ἀπὸ τῶν ταπεινοτέρων γὰρ τῆς οἰκονομίας ἀρξάμενος, ἐπὶ τὰ θεοπρεπέστερα προῆλθεν. Ὡς γὰρ καὶ Πέτρος ὁ θεῖος ἀπόστολος ἐν τῇ ἑαυτοῦ ὁμολογίᾳ τὸ, «Χριστός, »εἰπὼν ὀνομα, τὸ τελειώτατον ἐπήνεγκεν τῷ, «ὁ Υἱὸς τοῦ Θεοῦ, »ὡς τοῦ Χριστοῦ οὐκ ἀξιολόγου τὴν οἰκονομίαν παριστᾶν ἔχοντος· οὕτως οὖν καὶ νῦν τῷ, «Χριστός, »ὀνόματι οὕτως συνάψας τῷ, «τοῖς δούλοις αὐτοῦ, »τὴν ἐν τῷ Χριστῷ θεότητα ὑπέσημαν.