Ancient Greek
256.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 256.4
Unproofread scanNot analysed yet
Διστογραφεῖται τοῦτο πρὸς διάφορον ἔνοιαν. Λούεται μὲν γὰρ ὁ τὰς κηλῖδας καὶ τοὺς σπίλους ἀποκαθαιρόμενος. Λύεται δὲ ὁ τῶν ἑαυλῆμάτων ἑαυτὸν ἀπαλλάττόμενος. Προσυπαικουστέον δὲ πρὸς τὸ ἐποίησεν, τὸ δς, ἀνθρωπικὸν ἄρθρον, ἵνα ἦ, Ὦς ἐποίησε. Μὴ γὰρ οὕτως ἐξακουομένου, διὰ τὴν σολεκισμὸν ἡ φράσις ἀχρειωθήσεται. Μὴ ἔστω οὖν πρὸς τὴν προκειμένην δοτικὴν πτώσιν ἐπιφερομένη ἡ ἔνοια, ἀλλ’ ἐξ εὐθείας ἐπαγομένη. —Ἄλλως· Τοῦ προκειμένου ἐδαφίου τὴν σύνταξιν ὅπως ὀφείλει νοεῖσθαι ἀναλιπῶς, τὸ ἔχόμενον παραστήσει. Ἐν σχήματι γὰρ τῷ ῥηθησομένῳ ἐξενήγκται, ὁ καλεῖται ἀλλοίωσις. Γίνεται δὲ τοῦτο ὅτε τῇ προκειμένῃ φράσει ἡ ἐπιφερομένη ἔνοια μὴ ὁμοιοτύπως τοῖς φράσασιν ἐπενεχθῇ, ἀλλὰ πρὸς τὴν ἐπαγομένην ἔνοιαν μεταληφθῇ. Δοτικῆς γὰρ πτώσεως προληφθείσης ἐν τῷ, λούσαντι ἡμᾶς, ἐπήγαγε τὸ, ἐποίησεν ἡμᾶς, ἑλλειπτικῶς τοῦ ἀναφορικοῦ ἀρθρου.