Ancient Greek
258.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 258.3
Unproofread scanNot analysed yet
Ἐγὼ εἰμὶ τὸ Ἄλφα καὶ τὸ ω. Ἄλφα διὰ τὸ ἀρχὴν εἶναι, ὅτι καὶ τὸ Ἄλφα ἀρχὴ τῶν ἐν γράμματι στοιχείων, ω διὰ τὸ τέλος τῶν αὐτῶν. Ἄρχην δὲ καὶ τέλος τίς οὐκ ἂν ἐννοήσει τὸ πρῶτον σημαίνεινθαι καὶ τὸ ἔσχατον· διὰ τοῦ πρώτου δὲ, τὸ ἀναρχος ἐννοεῖται, ὡς καὶ διὰ τοῦ ἑσχάτου τὸ ἀτελεύτητος. Ἐπειδὴ γὰρ οὐκ ἔστι παρὰ ἀνθρώποις ἀναρχόν τι καὶ ἀτελεύτητον, τῇ παρ’ ἡμῖν ἀρχῇ τε καὶ τῷ τέλει ἀντὶ τοῦ ἀναρχος καὶ ἀτελεύτητος καταχρήσατο. Τοῦτο καὶ διὰ Ἠσαίου ἔλεγεν· «Ἐγὼ Κύριος ὁ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα. »Καὶ ἵνα μὴ τις τὴν ἀρχὴν ἐξ οὐκ ὄντων εἰσαχθῆναι ὑπολάβοι, ἐπιφέρει νῦν τὸ, Ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος. Τί δὲ ταῦτα δύναται, εἴρηται, ὅτι ὡς διαιωνίζοντα κατὰ τε ἀρχὴν καὶ τέλος. κατ’ ἀρχὴν μὲν, ἀνελλιπῶς, κατὰ τέλος δὲ, ἀδιάλυως. Ὁ δὲ ταῦτα, καὶ