Ancient Greek
262.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 262.2
Unproofread scanNot analysed yet
Καὶ οἱ πόδες αὐτοῦ, ὁμοιοὶ χαλκολιβάνῳ. Πόδας ἔχοντα τὸν θεάνθρωπον Ἰησοῦν ἀκούστέον ἀκολούθως τῷ θεῷ τῶν λόγων ἀνδρὶ Γρηγορίῳ, ὅτι μηδὲ γυμνῇ τῇ θεότητι ἡμῖν ἐπεδήμησεν, ἀλλὰ διὰ σαρκός. Διὰ μὲν τοῦ χαλκοῦ χρυσοειδοῦς ὅντως τῆς θείας φύσεως δηλουμένης, καὶ διὰ τὸ ἠχητικὸν τοῦ κηρύγματος ἐκλαμθανομένου. Πόδας δὲ τοῦ Χριστοῦ καὶ θεμελίους τῆς Ἐκκλησίας, καὶ τοὺς θεῖους ἀποστολούς ἐκληπτέον, καθαρούς μὲν καὶ αὐτοὺς τῷ πυρὶ τῶν πειρασμῶν ἀναφάνεντας, εἰ καὶ πρὸ τοῦτοῦ μετριῶς. Ἀλλ’ ὡςπερ ὁ διδάσκαλος Χριστὸς τῇ τῶν Ἰουδαίων ἀπειθείᾳ, οὕτω καὶ αὐτοὶ τῇ τῶν ἐθνῶν ἀγριότητι τὸ δοκίμιον ἑαυτῶν ὡς διὰ πυρὸς ἐπιδεδειγμένοι εἰσίν. Ὅτι δὲ καὶ ὁ Χριστὸς θεμέλιος, Κορινθίοις ὁ θεῖος γράφων Παῦλος, ἐχρήσως τῷ λόγῳ πιστώσασθαι, «θεμελίον, φάσκων, ἄλλον οὐδεὶς δύναται θείναι παρὰ τὸν κείμενον, ὃς ἐστι Χριστός. »Χαλκολιβανον δὲ, εἴτε τὸν ἐν τῷ Λιβάνῳ τῷ ὄρει μεταλλευόμενον, ἐπειδὴ τούτῳ ἀφομοιάσται ὁ ἐνανθρωπήσας, φησίν, εἴτε καὶ τὸν χαλκοειδὴ λίθανον νοητέον, ὃν ἰατρῶν παῖδες ἀρρένα καλοῦσιν, εὐώδεις καὶ αὐτὸν πυρὶ ὁμιλοῦντα ἀτμοὺς ἀποπέμποντα. Καὶ ὅτι εὐώδεις καὶ Χριστὸς καὶ οἱ αὐτοῦ θεοὶ ἀπόστολοι, ἡ ἐν Ἀσμασι Νύμφη ἀξιολογῶς παρατέθησι, «Ὀσμή, φάσκουσα, ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. »Καὶ αὐτὸς ὁ Νυμφίος Χριστὸς πρὸς τὴν Νύμφην περὶ ἑαυτοῦ λέγων «Ἐγὼ ἄνθος τοῦ πεδίου καὶ κρίνον τῶν κοιλάδων. »Καὶ οὕτω μὲν ὁ Χριστός. Εὐώδεις δὲ καὶ οἱ τούτου ἀπόστολοι. Διὸ καὶ φάσκει Παῦλος «Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἀπολλυμένοις. »Ὡς ὑδάτων δὲ πολλῶν ἀπηχεῖσθαι τὴν φωνὴν εἰκότως φησίν. Κοινὴ γὰρ ἡ φωνὴ αὐτοῦ καὶ τοῦ Πνεύματος, ἀφ’ οὗ τῆς ἐνεργείας «καὶ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ἔρρευσαν, »κατὰ τὸν προφητικὸν λόγον. «Καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται καὶ ποτίει τὸν χειμάρρουν τῶν σχοίνων. »Οἶκον δὲ Θεοῦ, τίς ἀμφιβάλει μὴ τοὺς ἀξίους τῆς τοῦ θεοῦ Πνεύματος ἐνεργείας ἑαυτοὺς παρασκευασάτας, ὑπὸ τοῦτο εἰρήσθαι, οἱ καὶ εἴρηκασιν ἑαυτοὺς εἶναι ναοὺς Θεοῦ καὶ μέλη ἐκ μέρους; Οὐχ ἄλλος μὲν οὖν, ἢ οἱ ταῦτα τὰ θεὰ καὶ ἱερὰ λόγια ἀγνοήσας ἐκείν. Καὶ τὸ διαπρύσιον δὲ τῆς εἰς πᾶσαν τὴν γῆν ἀπηχήσεως τις ἀθετήσει, εἰ μὴ ποὺ οἱ χοιράδων καὶ οἱ τὰς πνευματικὰς καὶ θείας ἐλλάμψεις αἰσθητῶς ἀπαιτῶν ἐνεργείσθαι;