Ancient Greek
266.3 to 266.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 266.3-5
Unproofread scanNot analysed yet
Καὶ ὑπομονὴν ἔχεις. Ἐκοπίασας, φησὶ, καὶ ὑπέμεινας, εἰς μηδὲν ἀποχαρτερήσας τῶν ἐπιφυέντων διὰ τὸ ὄνομά μου, καὶ μᾶλα πρεπόντως. Εἴρηται γάρ, «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. »Εἰκὸς γὰρ παρὰ τῶν ψευδαποστόλων ἐπηρείας αὐτοῖς ἐπενεχθῆναι, οἷς ἀνταποδοῦναι οὐδ' ὅμως ἐμελέτησεν, ἀλλ' ὡς μελῶν παριμμένων ἠνέχετο. Καὶ ἐδύνασας. Ἐδύνασας, ἀντὶ τοῦ, ἠνέχου. Οὐκ ἐκοπίασας δὲ, ἀντὶ τοῦ, οὐκ ἀπεχαρτέρησας, εἰονει, Οὐκ ἀπηγρύευσας, οὐ προέδωκας, οὐκ ἐλποτάκησας. Διὰ τὸ ὄνομά μου. Ὄνομα δὲ, τὴν δόξαν, τὸ κλῆος φησιν, ὡς καὶ ἐπὶ τοῦ, «Θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ (6). »Καὶ πῶς οὐ κλῆδος μεστὸν, τὸ τοὺς Χριστιανούς μὴ ἀντιδόναι σπεῦδειν κακὸν ἀντὶ κακοῦ, ὡς καὶ Παῦλος ὁ θεῖος παρακαλεῖ, «Μὴ γίνεσθε, φάσκων, ἑτεροζυγοῦντες ἀπίστοις ; »