Ancient Greek
267.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 267.2
Unproofread scanNot analysed yet
Ἔρχομαί σοι ταχύ. Τὸ, Ἔρχομαι, οὐ μεταβατικὴν δηλοῖ κίνησιν τοῦ πάντα πληρούντος Θεοῦ, ἀλλὰ τὴν ἐκ βραδυμίας πρὸς κόλασιν ἐπιστροφήν. Κίνησις δὲ Ἐκκλησίας ἢ τῆς θείας χάριτος ἐστὶ γύμνωσις, δι’ ἣν ἐν σάλῳ καὶ κλύδωνι ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ τῶν ὑπουργούντων αὐτοῖς μακρῶν ἀνθρώπων (7) γίνεται· ὥστε τοὺς ταύτην συγκροτοῦντας ἀνθρώπους λέγει τὸ, «Ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμὸς μου »καὶ, «Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί. »