Ancient Greek
267.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 267.4
Unproofread scanNot analysed yet
Ὁ ἔχων οὖς ἀκούσάτω. Σαρκικὸν οὐς πᾶς ἄνθρωπος ἔχει, πνευματικὸν δὲ ὁ θεοφορούμενος, ὅπερ τῷ Ἡσαΐᾳ προστέθειται καὶ τῷ θεοπάτορι Δαυὶδ εὐήκοον γενέσθαι, ἀφ’ οὗ καὶ εὐχαρίστως διατιθέμενος μελῳδεῖ, «Εἰς ἀκοὴν οἴτου ὑπήκουσά μου, »οἷον· οἱς ἀκοὴ τὸ ἐπαινετὸν φέρει, τοῦτους κάμωι τὴν πόθον ἀφωμοῦσατο. Τὸ Πνεῦμα δὲ ταῦτα λέγειν φησίν, ὅτι πνευματικῶς ἐνηργεῖτο παριστῶν τὰ τῆς Ἀποκαλύψεως· τὸ Πνεῦμα τὸν Χριστὸν φησι καθὼ ἐστι καὶ νοεῖται Θεός, ὡςπερ ἀμέλει καὶ Ὑἱὸς ἀνθρώπου χρηματίζει, καθὼ ἐστιν ἄνθρωπος καὶ νοεῖται. Καὶ ὅτι Πνεῦμα λέγεται ὁ Θεός, αὐτοῦ τοῦ Χριστοῦ πρὸς τὴν Σαμαρείτιν παριστάτω λόγος, «Πνεῦμα, »ἀγορεύοντος, ὁ ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ, »καὶ τὰ ἕξης. Καὶ τί τὸ Πνεῦμα λέγει; »