Ancient Greek
270.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 270.3
Unproofread scanNot analysed yet
C Τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξε τὸν Βαλάκ. Τὸν Βαλαάμ φησίν διδάξαι τὸν Βαλάκ, οἷονεὶ διδάσκαλον γενόμενον τοῦ Βαλάκ. Ἡ δὲ ἱστορία, ἐν τῇ βίβλῳ τοῦ θεσπεσίου Μωϋσέως ἡ δνομα Ἀριθμοί. Ἰώσηπος δὲ ὁ Ἰουδαῖος συμβουλῇ γράφει τοῦ Βαλαάμ τὸν βασιλέα Βαλάκ, τὰ γύναια παραστήσαι τῷ λαῷ τῷ Ἰσραὴλ εἰς πορνείαν (ὅτε καὶ Φινέες τὸ δοξίμων ἔργον εἰργάσατο τὸ ἐπὶ Ζαμβρί), καὶ πρὸς τῇ ἀσελγείᾳ ταύτῃ, καὶ τὸν αὐτὸν Ἰσραηλίτην λαὸν πρὸς μιᾶροφαγίαν ἐλκυθῆναι, τὰ τῷ Βεελφεγώρ ἀνατεθέντα κρέα εἰς βρώσιν χρησάμενον. Διὸ καὶ ἀπώλοντο. Ἐομοιοῦσθαι δὲ τούτοις φησίν καὶ τοὺς Νικολαῖτας κατὰ τὰ πορνείαν καὶ μιᾶροφαγίαν. Ἄν τις ἐπιζητῇ ποῖα τινὰ ἦν, ὡς ἤδη παρεθέμην, ἐξ Ἐπιφανίου τοῦ Κυπρίου ἀρχιερέως θεοῦ μάθω, ὃς εἰς ὠφέλειαν πολλῶν, οὐκ ἀπεῖκας τὸ βορβορώδες τῶν Νικολαϊτῶν, κατὰ τὴν πορνιχὴν ἀκολασίαν, κατὰ τε τὴν ἐπ’ αὐτῇ βδελυκτοτάτην ἀκαθαρτοφαγίαν πρόδηλον ἀνυποστόλως καταστήσαι.