Ancient Greek
274.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 274.1
Unproofread scanNot analysed yet
Α τὰ βδελυρά καὶ βορβορώδη δόγματα, διὰ συμφερωὺν Οὐλῶν. Τὰ τέκνα δὲ (τέκνα τοὺς διαδόχους τῆς τοιαύτης ὀνομάζων βδελυγίας) θανάτῳ, φησὶ, μεταλεύσομαι. Κάκείνους μὲν οὖτως. Ὑμῖν δὲ οὐδὲν κοινὸν πρὸς τὴν μοιχαλίδα ἀπλουστεροὺς τε οὖσαν, καὶ διὰ τρόπον ἀπλότητος ἐν ἀκακίᾳ πορεύεσθαι καρδίᾳ ἐν μέσῳ τοῦ οἴκου ὑμῶν προσηγομένους, ἐπείπερ οὐκ ἔστιν ἰσχύς πρὸς τοὺς οὕτω πονηροὺς καὶ εὐρασιλόγους τῇ πανουργίᾳ τῶν λόγων ἀντικαθίστασθαι, ὡς καὶ τὰ βάθη τοῦ πονηροῦ καὶ τὰς μεθοδείας αὐτοῦ, ὡς φατε, μὴ ἐγνωκότας, οὐδὲν ἐπιθήσω βάρος φησι. (βάρος δὲ τὴν διὰ τῶν λόγων μάχην φησίν). Ἀρκεῖ, φησίν, ἐμοὶ τὸ διὰ τῶν ἔργων δοκίμιον ἐκ φυλακῆς τῶν ἐξ ἀρχῆς παραδεδομένων ὑμῖν ἀκριβῶς κατορθωμένον.