Ancient Greek
274.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 274.4
Unproofread scanNot analysed yet
ὑμῖν δὲ λέγω, καὶ τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ Σατανᾶ, ὡς λέγουσιν · Οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος. Πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἔλθω. Καὶ ὁ νικήσῃ καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται. Ὡς κἀγὼ εἴληφα παρὰ τοῦ Πατρὸς μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς Ἐκκλησίαις.