Ancient Greek
280.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 280.3
Unproofread scanNot analysed yet
Ἡ καὶ θύρα ἀνεωγμένη νοεῖται ἡ τοῦ διδασκαλικοῦ κηρύγματος εἴσοδος, ἥτις ἀνοιχθεῖσα οὐ δύναται διὰ πειρασμῶν κλεισθῆναι, νικώσης τῆς προθυμίας τῶν εἰσιέναι ἐλομένων, τῇ κάλλει τῶν (18) ἐναποκειμένων θελχόντων, τὸ τῶν πειρασμῶν ἐπίπονον. Ἐν οἷς εἰ καὶ τῇ δυνάμει σου σύμμετρος, ἀλλ’ οὐν παρ’ ἐμοῦ, φησίν, ἡ ἀνεωγμένη δίδεται σοι θύρα. Αὐτὸς δὲ καὶ ὑπὲρ δύναμιν τὴν ὑποσῶν σοι ἐκαρτέρησας, μὴ ἀρνησάμενος τὸ ὄνομά μου (19). Οὐκοῦν τῇ μικρᾷ δυνάμει σου παραμετρήσω τὴν ἀμοιβήν, ἀλλὰ μεγαλοδωρίᾳ, ὡς ἔθος ἐμοί, μετελεύσομαι τὴν ἀντίδοσιν.