Ancient Greek
286.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 286.1
Unproofread scanNot analysed yet
Ἐχρήν γὰρ οὕτω λέγεσθαι· Καὶ ἡ φωνὴ τοῦ λαλοῦντος μετ’ ἐμοῦ· Ἄναβα ὧδε, ἔλεγεν. Οὕτω γὰρ προῆλθεν ἀρμοζόντως. Καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ. Καὶ ἐπὶ τοῦ θρόνου καθημένους ὁμοίως ὁρᾶσαι λίθω ἱάσπιδι καὶ σαρδίῳ· καὶ ἴρις κυκλώσασα τὸν θρόνον, ὁμοίως ὁρᾶσαι σμαραγδίνῃ· καὶ κυκλώσασα τὸν θρόνον, θρόνοι εἴκοσι τέσσαρες. Καὶ ἐπὶ τοὺς θρόνους τοὺς εἴκοσι τέσσαρας, πρεσβυτέρους καθημένους περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσούς. Καὶ ἐκ τοῦ θρόνου ἐκπορευόμενοι ἀστραπαὶ, καὶ φωναὶ, καὶ βρονταί. Καὶ ἐπτά λαμπάδες πυρὸς καίουσαι ἐνώπιον τοῦ θρόνου αὐτοῦ, αἱ εἰσὶν ἐπτά πνεύματα τοῦ θεοῦ.