Ancient Greek
286.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 286.5
Unproofread scanNot analysed yet
Καὶ ἴρις κυκλώσασα τοῦ θρόνου. Ἡ μὲν αἰσθητὴ ἴρις, ἣν ἡ θεία Γραφὴ τόξον καλεῖ ἡνίκα φάσκει· «Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, »ἐκ τῆς ἀντανάκλασεως τοῦ ἡλίου συνίσταται, ὅταν ἐν παχυτητὶ νέφους ὑδατώδους ἀποληφθέντος, ἀντεφράσσηται μὲν αὐτῷ τὸ φῶς τὴν ἑαυτοῦ ἐκπομπὴν διὰ τοῦ νέφους, ποικίλην δὲ καὶ παντοειδῆ φαντασίαν χροιῶν ὑποβάλλει. Καὶ ἡ ἐνταῦθα μὲν τοιαύτη ἡ ἴρις. Ἡ δὲ γε τὸν θρόνον περικυκλοῦσα, μονοειδὲς σμαραγδίζουσα. Ἴριν δὲ κέκληκεν αὐτήν, ἀπὸ τῆς παρ’ ἡμῖν ἱριδος ποικιλοχρωμάτου, ὡς ἂν τὸ διάφορον τῶν θείων ἀγγέλων τῆς ἀγαθοεργοῦς ἐννοήσωμεν λειτουργίας, ὧν τὸ διάφορον εἰς μίαν ἐνεργητικὴν ἀποτελευτᾷ χρείαν, κατὰ μίμησιν τοῦ Δεσπότου. Ἐπεὶ καὶ τοῦτο τὸ πάντορον καὶ εὐεργετικόν, ἡ χλοάζουσα τῆς ἱάσπιδὸς