Ancient Greek
287.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 287.4
Unproofread scanNot analysed yet
Καὶ ἐπτά λαμπάδες πυρὸς καύμεναι. Τὰς ἐπτά λαμπάδας, αὐτὸς ἡρμήνευσεν ἐπτά πνεύματα, ἃτινα, ἤτοι ὡς Ἠσαΐας, τὰ θεία τοῦ Πνεύματος χαρίσματα, σοφίας, ἰσχύος, βουλῆς, καὶ τὰ τούτοις· ἐξῆς δεῖ νοεῖν, ἢ, ὡς Εἰρηναῖος καὶ Κλήμης ὁ Στρώματεύς, τὰ λειτουργικὰ καὶ τῶν ἄλλων ἐξέχοντα ταγμάτων. Ἐπτά μὲν, διὰ τὴν ἑφορείαν τοῦδε τοῦ κόσμου τοῦ τῷ ἑβδομῷ συστοίχου ἀριθμῷ, ἢ, ὡς ἤδη παρεσέθεμεθα. Καύμεναι δὲ, διὰ τὸ ἀνένδυτον καὶ διηνεκὲς τῆς περὶ τὸ θεῖον ἀγιασίας. Τοιούτων γὰρ καὶ πῦρ τοῦτο τὸ ἐνυλὸν ἀδαλείπτως φωτίζει καὶ φλέγει. Διὸ καὶ ὁ προφήτης φησίν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα.»