Ancient Greek
288.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 288.3
Unproofread scanNot analysed yet
Καὶ τέσσαρα ζῶα ἐν καθ’ ἕν, εἶχον ἀνὰ πτέρυγας ἕξ κυκλόθεν. Καὶ ἐσωθεν γέμοντα ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν, καὶ ὁ ὤν, καὶ ὁ ἐρχόμενος. Καὶ ὅτ’ ἂν δῶσι τὰ ζῶα δόξαν, καὶ τιμὴν, καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, πεισθῶνται οἱ εἴκοσιτέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ βαλούσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες· Ἄξιος εἶ, ὁ Κύριος καὶ ὁ θεὸς ἡμῶν ὁ ἅγιος, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν. Ὅτι σὺ ἐκτίσας πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.