Ancient Greek
294.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 294.3
Unproofread scanNot analysed yet
Καὶ ἐποίησας ἡμᾶς τῷ Θεῷ ἡμῶν βασιλείας καὶ ἱερεῖς. Τοῦτο καὶ ἀπ' ἐντεύθεν ἤδη κατὰ τὸ γράμμα λαμβάνουσι τέλος, καθ' ὅτι καὶ βασιλεῖς καὶ ἱερεῖς θεράποντες Θεοῦ τῆς πίστεως διατελοῦσιν. Ἔστι δὲ νοῆσαι καὶ θεωρητικώτερον, βασιλεῖς μὲν, τοὺς κατὰ τῶν παθῶν τῆς νίκης τὸν βασιλείων στέφανον ἀναδησαμένους ἱερεῖς δὲ, τοὺς θυσίαν ζῶσαν εὐάρεστον τῷ Θεῷ ἑαυτοὺς κατηρτισμένους. Κατὰ τὴν ἐκδοχὴν ταύτην, καὶ ὁ τὴν γῆν τὴν τοῦ πραέων ὑπὸ Κυρίου ἐπηγγελμένην κατακληρονομεῖσθαι στοιχῶν, οὐ τοῖς ἀτόχοις προσλογισθήσεται.