Ancient Greek
294.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 294.5
Unproofread scanNot analysed yet
Καὶ εἶδον καὶ ἤκουσα ὡς φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων. Καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων, λέγοντες φωνῇ μεγάλῃ· Ἄξιος ἐστὶ τὸ ἀρνίον τὸ ἐσφαγμένον, λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον, καὶ σοφίαν, καὶ ἰσχὺν, καὶ τιμὴν, καὶ δόξαν, καὶ εὐλογίαν. Καὶ πᾶν αἴσθημα δ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστι, καὶ τὰ ἐν αὐτοῖς, πάντα ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ, ἡ εὐλογία, καὶ ἡ τιμή, καὶ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν. Καὶ οἱ πρεσβύτεροι ἔπεσον καὶ προσεκύνησαν.