Ancient Greek
298.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 298.1
Unproofread scanNot analysed yet
A σιάσθαι, ἐν τῷ φάσειν :«Ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. »Χοινὶξ σίτου δηναρῖον. Τὸ τὸν σῖτον τιμιουληκείσθαι, λυμὸ δεῖγμα, ὅν καὶ γεγενήσθαι, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. Ἔστι δὲ τροπικῶς σῖτον τοὺς νομίμως ἀθλήσαντας διὰ Χριστὸν ἐνοεῖν, οἱ καὶ δηναρῖου ἐχρίθησαν ἄξιοι, ὡς τῆς δοθείσης αὐτοῖς θείας εἰκόνος ἀκριβῶς φύλακες καταστάντες. Τοὺς δὲ τρεῖς χοίνικας [κατὰ] τῆς χοινῆς, τοὺς κτηνοπροπεῶς τοῖς δικασταῖς δι' ἀνανδρείαν ψυχῆς ὑποκύψαντας καὶ ἀναλόγως μετανοήσαντας ὕστερον, καὶ τὴν βυπώσαν εἰκόνα δάκρυσιν ἀποκλύναντας. Τρεῖς δὲ χοίνικες οὗτοι δηναρῖον ἕνὸς ἐτιμήθησαν, ὡς τοῦ ἑνὸς Χριστοῦ τῇ τριημέρῳ αὐτοῦ ταφῇ ὑπὲρ τοῦ κόσμου παντὸς τοῦ διὰ τῆς ἁμαρτίας τὴν θείαν B εἰκόνα δοθεῖσαν αὐτῷ βυπώσαντος. Αὐτὸς μὲν γὰρ ἐν ἅδου διατρίψας, τὴν πρώτην ὑπὲρ τῶν πρὸ τοῦ Μωϋσέως νόμων ἁμαρτηκότων, τὴν δευτέραν, ὑπὲρ τῶν ἐν τῷ νόμῳ. Καὶ γὰρ εἰ καὶ μετάνοιάν τινες ὑπέδειξαντο τῶν ἀτόπων αὐτοῖς παραθίντων ταύτην ἐνᾶμιλλον αὐτοῖς ἀντιστῆσαντες, ἀλλ' ὅμως σαφῆ τὴν συγχώρησιν ἠλπιζότες, τοῦ δυνάμενου ταύτην παρασχεῖν οὐχ ὁρωμένου, οὕτω ταύτης ἐπέτυχον. Διὰ τοῦτο μὲν καὶ ἡ δευτέρα ἐν ἅδου διατριβή. Ἡ τρίτη δὲ, καθ' ἣν καὶ ἀνέστη. Ὅτι μηδὲ τῇ διαφθορᾷ κρατηθῆναι οὕτω τε τὴν αὐτοζωὴν (23). Καὶ ὁ μὲν σῖτος ὁ εὐαγγελικὸς ἂν εἴη καὶ σωτήριος λόγος, καὶ πρέπων ἀνδράσι τελείοις τοῖς τὰ αἰσθητήρια ἔχουσι γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ. Κριθὴ δὲ ἡ Μωϋσέως νομοθεσία, ὥσπερ ἡ κριθὴ προακμάζουσα τοῦ σίτου, οὕτω καὶ αὐτὴ τοῦ εὐαγγελικοῦ κηρύγματος, καὶ τρέφουσα τοὺς κτηνοδεεστέρους ἀνθρώπους, τοὺς διακειμένους περὶ τὰ θεία Ἰσραηλίτας. Φησὶν οὖν ὁ χρηματίζων ἐν μέσῳ τῶν τεσσάρων ζῴων, δηναρῖον μὲν ἀποδίδωσαι τὸν χοίνικα τοῦ σίτου, τριῶν δὲ τῆς κριθῆς, ὡς τοῦ εὐαγγελικοῦ κηρύγματος ἀπορωτέρου ὄντος διὰ τὸ τοῦ βιβλίου ἀκριβές.