Ancient Greek
299.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 299.2
Unproofread scanNot analysed yet
Ἄλλως ἐκ τῶν τοῦ Ἀνδρέου. Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ θ’ λόγου τῆς Ἐκκλησιαστικῆς ἱστορίας γράφει τάδε· Ἐν τῇ τῶν διωγμῶν ἀκμῇ ἐπὶ Μαξιμιανοῦ Ῥωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ κατασκημάντος αὐτοῖς σὺν ἑτέροις συμπτώμασιν, ἀπαιρα πλήθη διεφθείροντο, ὥστε ταφῇ μὴ δύνασθαι παραδιδόσθαι, καίπερ Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς χρείας ἡσχολημένων, καὶ τῷ φιλανθρώπῳ τοὺς πεπλανημένους ἐναγόντων πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Ὑπὸ δὲ Ἀρμενιῶν ἐπαναστάντων Ῥωμαίοις οὐκ ὀλίγους ἀνηρήθησαν Ῥωμαῖαι. Καὶ ὑπὸ κυνῶν δὲ φησιν ἀνηλώσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι, δεδιότας μὴ καὶ αὐτοὶ θανόντες ζῶντας τούτους τάφους κτήσωνται. Οὐκ ἀπεικὲς δὲ τοῖς κυσὶ τῆς αὐτῆς θοίνης καὶ ἀγρίους θῆρας συμμεῖχθαι διὰ τὸ τῆς τροφῆς ἄφθονον. Καὶ ἐν τῇ ἡμετέρᾳ δὲ γενεᾷ τούτων ἕκαστον συμβάν ἐγνωμεν, ἐκ τῶν νυνὶ φαινομένων.