Ancient Greek
309.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 309.2
Unproofread scanNot analysed yet
Καὶ ἄλλος ἄγγελος ἦλθε, καὶ ἐστάθη ἐπὶ τοῦ θυμιαστηρίου, ἔχων λίβανωBν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων, ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ. Καὶ εἴληψεν ὁ ἄγγελος τὸν λίβανωCν, καὶ ἐγέμισε αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντο βρονταὶ καὶ ἀστραπαί. Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς σάλπιγγας ἐτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι.