Ancient Greek
310.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 310.6
Unproofread scanNot analysed yet
Καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι. Ὅτι μὴ κατὰ τὴν ἐσχάτην ἡμέραν τὴν εἰς χλάσιν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς αἱ τιμωρίαι αὐταὶ τῆς χαλάζης καὶ τοῦ συγχράτου αἵματι πυρὸς ἡ προκειμένη Ἀποκάλυψις ἀφορίζει, ἀλλὰ ταῖς θλίψεσι ταῖς πρὸ τῆς ἐσχάτης ἡμέρας, ὡς προείρηται, δήλον. Οὐ γὰρ τὸ τρίτον μέρος τῶν ἁμαρτωλῶν, ἀλλὰ τὸ πᾶν ὑποβληθεὶν ἀπαραίτητος. Τί γὰρ φησιν ὁ θεῖος εὐαγγελιστὴς περὶ τούτου; «Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι, εἰς ζωὴν αἰώνιον. »