Ancient Greek
316.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 316.3
Unproofread scanNot analysed yet
C "Ἔχουσιν βασιλέα ἐπ' αὐτῶν ἄγγελον τῆς ἀβύσσου. Ὁ ἄγγελος οὗτος, εἰ καὶ τινὸν ἐδοξε πονηρὸς δαίμων εἶναι, ἀλλ' ὁμῶς οὐ καλῶς. Πῶς γὰρ τοῦ Κυρίου τὴν κόλασιν τοῦ πυρὸς τῷ διαβόλῳ ἀποφηνάμενου καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐκ τούτων τις τῶν εἰς κόλασιν ὁρωρισμένων, βασιλικὴ ἀξιοθεῖ ἐξουσίας; Οὐχ οὖν πονηρῷ ἀγγέλῳ ἡ ἐξουσία βραδευσθεῖ, ἐκεῖνῳ δὲ τῷ κατάλληλῳ τὴν διακονίαν μεταχειριζομένῳ. Οὐ γὰρ πάντες εἰς λειτουργικὰ πνεύματα εἰς διακονίαν σωτηρίων ἀποστέλλονται, κατὰ τὸν εἰρηκότα θεῖον Παῦλον, ἀλλὰ καὶ πρὸς τιμωρίαν, ὡς ὁ τὸν Ἀσσυρίων στρατὸν μετὰ Σενναχηρείμ ἐπὶ Ἱερουσαλὴμ ἀθροισθέντα ἀφανίσας, καὶ τῶν Σοδόμων τὸν διάπυρον θλεθρον ἐπιστήσας. Ὅπερ δὲ καὶ προλαβόντες ἀπεσημηνάμεθα, καὶ νῦν φαμεν, ὡς ταῦτα εἰ καὶ παραγνημένῳ ἐξαγγέλεται, ἀλλ' οὖν μέλλοντας νοεῖσθαι. Ἄλλὰ δυοῖν χάριν τούτο, ἤτοι ὡς πάντως ἀπαρεμποδίστως ἐσομένους, ἢ καὶ τοῦ χρηματίζοντος τῷ εὐαγγελιστῇ τὰ προκειμένα κατὰ τὸ τῆς προφητείας ἀξίωμα περιπατοῦντος.