Ancient Greek
322.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 322.2
Unproofread scanNot analysed yet
Καὶ ὅτε ἐλάλησαν αἱ ἐπτὰ βρονταί, ἠμέλλον γράφειν, καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἃ ἐλάλησαν αἱ ἐπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράφης. Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν· καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἐκτὼς τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκ ἔτι ἔσται, ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, τελεσθήσεται τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλιε τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις.