Ancient Greek
323.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 323.1
Unproofread scanNot analysed yet
τῷ κατὰ βούλησιν παριστᾶν τοῦ καθ' οὗ ὁ ὄρκος παρειλήφται. Θεὸς μὲν ἐπεί κατ' οὐδενὸς εἶχε μείζονος ὁμόσαι, ὅπερ δι' ἑδὸς τοῖς ὁμνύουσι, ὁμνύει καθ' ἑαυτοῦ. Καί, «Κατ' ἑμαυτοῦ γάρ ὤμοσα, λέγει Κύριος. »Ἄγγελοι δὲ ὡς κτίσμα κατὰ τοῦ Κτίστου ὁμνύουσι, τὴν ἡμετέραν πίστιν διὰ τοῦ Θεοῦ τῆς παραλήψεως πιστούμενοι. Ὁμοσε γάρ χρόνον μηκέτι εἶναι, καλῶς καὶ ἀληθῶς, ὅτι χρόνος οὐχ ἔσται ἐτι. Τὸ γὰρ τότε διαστηματικὸν ρεῦμα τῆς χρονικῆς ὑποστάσεως, ἀνεσπερὸν τε ἔσται καὶ ἀδιάκοπον, καὶ διὰ τοῦτο οὐ χρόνος. Τίς γὰρ ἡλιακοῦ φωτὸς χρεία τῆς συστολῆς καθ' ἡν ἀνάπαυσιν· τῶν ἀπὸ τῆς ἡμέρας κόπων τοῖς ζῴοις ἐγγίνεται; Χωρὶς γὰρ τούτων, τίς ἡλιακοῦ φωτὸς χρεία; Πῶς μὲν οὖν ἔσται, ὅτι μηδ' εἰς ἀναπαρέβασιν χωρήση ὁ νῦν κόσμος, ἀλλ' εἰς ἀνακαινισμόν. Ὡσπερ δὲ νῦν ἄστρα μὲν ἔστι καὶ ἐν ἡμέρᾳ, οὐ μὴν καθορᾶται ἐπερινικώτων τὴν ἐκείνων λαμπηθόνα τοῦ ἡλίου τῶν μαρμαρυγῶν, καὶ οὕτως, ὥστε δι' εἰσὶν ἐν οὐρανῷ ἀγνοεῖσθαι, οὕτως καὶ τότε. Τὸ γὰρ ὅτι οὐδὲ μία αἰτία τοῦ εἰς ἀναπαρέβασιν χωρῆσαι παντελῇ τῷ νῦν κόσμῳ τέως ἀγνοεῖν, οὐχ ἡ τυχοῦσα ἄγνοια.