Ancient Greek
33.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 33.3
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΣΖ'. —Τίνα τὰ ἐπὶ τριαδικῆς παραλαμ-βάνειν. Δεῦτε, καταδύντες συγγχώμεν ἐκεῖ τὰς γλώσ-σας αὐτῶν. Τὸ Βάπτισμα τὸ ἐν Τριάδι, εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Τρία νοερὰ τάγματα, οὐρανίων, ἀερίων, ἐπιγείων. Τρεῖς τοῦ παντὸς γένους ἀνθρώπων γενάρχαι, Σὴμ, Χὴμ, Ἰάφεθ. Τρεῖς οἱ τοῦ λαοῦ πατριάρχαι, Ἄβραχμ, Ἰσαάκ, Ἰακώβ. Ἡ κιθαρᾶ; ἐν ἧ Νῶε διεσώζετο, τρεῖς ἀριθμοὺς ἔφερε, τὸν Α', τὸν Ν', τὸν Τ' καὶ εἰς ἕνα πῆχυν συνεπλήρουτο, ἡ μονάς; ἐν Τριάδι γνωρίζεται. Τρεῖς ἄγγελοι τῷ Ἄβραχμ ὤφθησαν, τὴν ἐπαγγελίαν τοῦ ἐκ στείρας υἱοῦ ποιούμενοι. Τρεῖς ἑρταὶ νόμιμοι, ἐτήσιοι · ἑορτὴ τοῦ Φα· ἰχ, ἑορτὴ τῆς Πεντηκοστῆς, ἑορτὴ τῶν Σκηνοπηγίων. Τριῶν ἀνδρῶν ἡ μαρτυρία ἀληθὴς ἐστι. Τρεῖς τὸ Πνεῦμα μαρτυρίας φέρει, περὶ ἀληθείας, περὶ δικαιοσύ-νης, καὶ περὶ κρίσεως. Τρεῖς ἐν Ἕλδου ὁ Κύριος ἐπιστήται ἡμέρας, οὐ τύπος ἦν ὁ Ἰωνᾶς.