Ancient Greek
335.5 to 336.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 335.5-336.2
Unproofread scanNot analysed yet
Τῶν ἀδελφῶν ἡμῶν. Ἀδελφοὺς ἄγγελοι τοὺς ἀνθρώπους καλοῦσιν, μιμήσει τοῦ ἐκείνων Δεσπότου. Αὐτὸς γὰρ διὰ τοῦ προσήφου φησίν· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ἠμέρας δὲ καὶ νυκτός. Τὴν κατηγορίαν τὴν κατὰ τῶν ἀδελφῶν ἡμῶν φησι· συγχροτεῖν τὸν κατήγορον, τὸ ἐνδελεῖν καὶ ἀδιάλειπτον παριστῶν τῇ· τοῦ πονηροῦ καθ’ ἡμῶν ἐπιχείσει. Καὶ αὐτοὶ ἐνίκησαν αὐτόν, διὰ τὸ αἷμα τοῦ Ἀρνίου. Ἐνίκησαν οἱ μάρτυρες τὸν δοκοῦντα Λοιπῶν τοῦ σπέρματος αὐτῆς τῶν τηρούντων τὰς Ἰησοῦ. Ἀλήτητον εἶναι, ὡς καὶ κατὰ τοῦ Θεοῦ τολμῆσαι, συνεργῶ χρησάμενοι τῷ αἵματι τοῦ Ἀρνίου. Ὦσπερ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ ἑαυτοῦ τὸ ἴδιον αἷμα ἐξέχεεν, ἀλλ’ ὑπὲρ ἡμῶν, οὕτω καὶ οἱ Χριστοῦ μάρτυρες ζηλῶν τῆς σφαγῆς τοῦ ἑαυτῶν Δεσπότου καὶ τῆς ἑαυτῶν ψυχῆς καὶ τῆς ζωῆς προέχονταν τὴν μίμησιν τοῦ Δεσποτικοῦ πάθους.