Ancient Greek
336.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 336.7
Unproofread scanNot analysed yet
Οἱ τὴν γυναῖκα εἰς τὴν τοῦ Κυρίου Μητέρα ἐξειληφότες ἐπαναλήψιν φασὶ ταῦτα τῶν ἤδη εἰρημένων. Οὐ γὰρ τοῦτο λέγει ὅτι μεθ’ ὃ εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, εὐθὺς ἐδίωξε τὴν γυναῖκα, ἀλλ’ ἐπειδὴ εἶδεν ἑαυτὸν ὁ δράκων ἐν οἷς ὑπῆρχε κακοῖς, καὶ ὅτι ἐκπεπτωκε τῆς ἀγγελικῆς ἀξίας, πικρὸς γέγονεν λίαν κατὰ τῶν ἀνθρώπων. Οἱ δὲ ταύτην δηλαδὴ τὴν γυναῖκα πρὸς τὴν Ἐκκλησίαν μεταλαμβάνοντες, οὕτως περὶ αὐτῆς φασιν, ὅτι ὅτε εἶδεν ὁ διάβολος τῷ Χριστῷ μετὰ τὸ βάπτισμα προσπαλαίσας, ὅτι ἠττήθη, ὡσαύτως καὶ ὅτι πρὸς τοὺς αὐτοῦ μαθητὰς ὁπλισάμενος ἠσχύνθη, διὰ θανάτου τοὺς ὑπὲρ Χριστοῦ ζῶντα εὐρεμένους, ἑαυτὸν δὲ, ὡς φασιν, εἰς γῆν καταδικασθέντα εἰς τὸ γῆν ἐσθίειν, τοὺς δηλαδὴ γένους τὸ φρόνημα καὶ μηδὲν τῆς οὐρανίου κεκτημένους παλινζώτας τε καὶ λαμπρότητος, ἤρξατο πάλιν, φησι, τὴν Ἐκκλησίαν διώκειν, ἐξ ἧς ὁ ἄρρην τοῦ Κυρίου λαός, ὁ μηδὲν θηλυπρεπὲς φέρων τῶν ταῖς ἡδοναῖς πεφυκότων τοῦδε τοῦ βίου ἐκλύειν καὶ μαλακίζειν ἐτέχθη.