Ancient Greek
342.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 342.3
Unproofread scanNot analysed yet
Ἐπειδὴ, φησίν, εἰκὼν ἀνεστυλῶθη τῷ θηρίῳ, ἐδόθη καὶ πνεῦμα δοῦναι τῇ εἰκόνι, ἵνα δὴν λαλῆσῃ ἡ εἰκών. Τοῦτο δὲ πρὸς τὰ ἀγάλματα λογιστέον, ὅ πολλὰ καὶ ἰδρώτα καὶ λαλοῦντα ἱστορῆται τοῖς Ἑλληνικοῖς χρόνοις ἐνργεία διαβολικῇ. Κατὰ κοινὸν δὲ τὸ, ἵνα, ληπτέον, ὡς ἂν ἡ οὕτως ἵνα καὶ λαλῆσῃ, ἵνα καὶ ποιήσῃ, ὅσοι μὴ προσκυνήσουσι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ οὗτοι ἀποκτανθῶσιν. Ὅτι δὲ τὰ ἀγάλματα, ὡς εἴρηται, ἐλάλει, ἐξ ἱστορίας μαθεῖν ἐνεστιν, ὡς διὰ γοητείαις ἱστόρηται καὶ δένδρα καὶ ὕδατα λαλῆσαι, διὰ τε Ἀπολλωνίου καὶ ἑτέρων γοητῶν (39).