Ancient Greek
348.2 to 348.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 348.2-3
Unproofread scanNot analysed yet
Μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνῄσκοντες. Ἡ ἐξ οὐρανοῦ φωνὴ οὐ πάντας μακαρίζει τοὺς νεκρούς, ἀλλὰ τοὺς ἐν Κυρίῳ ἀποθανόντας, τοὺς νεκρωθέντας τῷ κόσμῳ, καὶ τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας. Ἐξεῖναι γὰρ τῷ ἔνει ἡ τοῦ σώματος ἔξοδος καὶ ἀνάπαυσιν κώπων ἀπαλλάττουσα. Ναί, λέγει τὸ Πνεῦμα. Ἡ σύνταξις οὕτως. Τὸ Πνεῦμα λέγει · Γράψον ἀπάρτι, οἷον ἐὐπολιγνύων τοὺς ἀθλοῦντας τῇ ἐπαγγελίᾳ τῆς ἐκλείψεως μὲν τῶν ἐπιμόχθων αὐτοῖς, ἐντυχίας δὲ τῶν ἀναπαυστικῶν ἀγαθῶν. Ἄμα γὰρ τῷ ἀφανισμῷ τῶν κώπων, ἐπεισαχθήσεται ἡ διὰ τῶν ἔργων ἀντίδοσις.