Ancient Greek
350.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 350.9
Unproofread scanNot analysed yet
τοιούτου γέγονε μνεία εἰ μὴ τις καὶ ἐπ' ἐκείνου βουλόμενος. Ἐπεὶ, τίς ἡ πίστις τὴν μακαρίαν καὶ ἀναλλοίωτον φύσιν πάθεσιν ἀλίσκεσθαι παραγνοῦσα· τῷ δὲ ἐξω τῆς πόλεως πατηθῆναι τοὺς βότρους, πόλιν, τῶν κατὰ τὸν ἐνεστῶτα βίον ἐμπορευομένων πολίτευμα καλεῖ. Καὶ ἐπειδὴ μετὰ τὴν συντέλειαν τούτου, ἢ τῷ ὄντι ὁμοιὴ τῶν πεπραγματοευμένων ἀνθρώπων, εἰκὼς λόγῳ ἐξω τῆς πόλεως εἴρηκε. Ἐκ δὲ τοῦ λέγειν ὅτι ἐκ τῆς ληνοῦ αἷμα τῇ συμπαθήσει τῶν βοτρύων ἀπορρεῖ, βότρυας, τοὺς ἀμαρτωλοὺς πειριλείπεται νοεῖν. Διὸ καὶ τὸ αἷμα εἰς τὰς πονηρὰς αὐτῶν πράξεις τροπολογεῖ, τῆς δικαίας ἐπ' αὐταῖς ἐκδικίας σαφῶς ἅπασιν γνωριζόμενης. Καὶ οὕτως δικαία ὡς μηδὲ τοῖς ἀνωθεν εἰς ἐποψίαν ταχθεῖσιν ἀγγέλοις ὑπακούουσιν, κωλύουσιν ὡς τισι χαλινοῖς τὰς ἑαυτῶν συνεργίας· τοὺς ἀνθρώπους ἀπὸ τῶν θεομιμῶν πράξεων. Οὐ καὶ τοσοῦτον ἐξώτερον, ὡς μὴ μόνον τὰς φυσικὰς ἐπ' ἀγαθῶν κτήσεις παρεσημένας ὑπὸ τοῦ Πλάστου ἐννοιὰς ἀπιμάζει, ἀλλὰ γε δὴ καὶ τὰς ἀπὸ τῶν θείων ἀγγέλων. Τοιγαροῦν καὶ πρὸς τοὺς θείους συνεργούς τοῦ δυσηνγοῦ ἐπιδειγμαμένου, ἐκ πολλοῦ νῦν τοῦ περιόντος πρόφαντος ἅπασιν ἢ τούτων ἐξ ἀπειθείας μάστις χαρίζεται.