Ancient Greek
352.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 352.4
Unproofread scanNot analysed yet
C “Ἔχοντας τὰς κιθάρας τοῦ Θεοῦ, καὶ ἄδουσι τὴν ᾠδὴν Μωσέως. Διὰ τοῦ εἰπεῖν τὰς κιθάρας, τὴν τῶν ἐπὶ γῆς μελῶν αἰνίττεται νέκρωσιν. Θεοῦ δὲ αὐτὰς εἶναι, καθότι οὐδὲς τῶν σπουδαίων ἀνθρώπων τῆς θείας συμπαχίας χρεσίων κατορθοῦται. Τὴν δὲ ᾠδὴν Μωσέως δοῦλον Κυρίου ἐκεῖνην πάντας εἴκας ἐστι νοῆσαι, ἣν ἤσεν ἐπὶ τῇ καταποντώσει Φαραὼ τῶν Αἰγυπτίων. Τῶν μὲν πρὸ νόμου καὶ ἐν τῷ νόμῳ νικηφόρων ἡ ᾠδὴ, ὡς εἴρηται, ἐκ τῶν διὰ Μωσέως προστάγματι Θεοῦ ἐνηργημένων νοεῖται. Ἡ δὲ τοῦ Ἀρνίου ᾠδὴ τίς ἄν ἄλλη, εἰ μὴ ὑπ’ αὐτοῦ τοῦ χρηματίζοντος συντεθεμένη, ἣν καὶ ἄσουσιν οἱ ἀπὸ Χριστοῦ καὶ μετὰ Χριστὸν αἰσίως πολιτευσάμενοι, τὴν ἀκατάπαυστον ἐν χάριτι, τὸ μεγαλεῖον ἐξαγγέλλοντες τῷ Ἀρνίῳ, ἤτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ, φανομενῆς σωτηρίας ἡμῖν τῆς παντοκρατορικῆς, δικαίας καὶ ἀληθινῆς ὁδηγίας. Ἀπερ ὡς βασιλεὺς βάσις ὧν ἐλέους, πρὸς τὸ ἐαυτοῦ πλάσμα διὰ τῶν αὐτοῦ ἀποστόλων εἰργάσατο.